celia g.
"Εἴ ποτε εἶδες χεῖρα ἀποκεκομμένην ἢ πόδα ἢ κεφαλὴν ἀποτετμημένην,
χωρίς πού ποτε ἀπὸ τοῦ λοιποῦ σώματος κειμένην˙ τοιοῦτον ἑαυτὸν ποιεῖ, ὅσον ἐφ ἑαυτῷ,
ὁ μὴ θέλων τὸ συμβαῖνον καὶ ἀποσχίζων ἑαυτὸν ἢ ὁ ἀκοινώνητόν τι πράσσων. ἀπέῤῥιψαί
πού ποτε ἀπὸ τῆς κατὰ φύσιν ἑνώσεως˙ ἐπεφύκεις γὰρ μέρος˙ νῦν δὲ σεαυτὸν ἀπέκοψας.
ἀλλ ὧδε κομψὸν ἐκεῖνο, ὅτι ἔξεστί σοι πάλιν ἑνῶσαι σεαυτόν. τοῦτο ἄλλῳ μέρει οὐδενὶ
θεὸς ἐπέτρεψεν, χωρισθέντι καὶ διακοπέντι πάλιν συνελθεῖν, ἀλλὰ σκέψαι τὴν
χρηστότητα ᾗ τετίμηκε τὸν ἄνθρωπον˙ καὶ γὰρ ἵνα τὴν ἀρχὴν μὴ ἀποῤῥαγῇ ἀπὸ τοῦ ὅλου
ἐπ αὐτῷ ἐποίησε, καὶ ἀποῤῥαγέντι πάλιν ἐπανελθεῖν καὶ συμφῦναι καὶ τὴν τοῦ
μέρους τάξιν ἀπολαβεῖν [ἐποίησεν]."
Μάρκος Αὐρήλιος, Τὰ εἰς ἑαυτόν
Μάρκος Αὐρήλιος, Τὰ εἰς ἑαυτόν