Εμφάνιση αναρτήσεων με ετικέτα Μάρκος Αυρήλιος. Εμφάνιση όλων των αναρτήσεων
Εμφάνιση αναρτήσεων με ετικέτα Μάρκος Αυρήλιος. Εμφάνιση όλων των αναρτήσεων

Δευτέρα 1 Σεπτεμβρίου 2014

Εὐκοσμία

Ἀναχωρήσεις αὑτοῖς ζητοῦσιν ἀγροικίας καὶ αἰγιαλοὺς καὶ ὄρη, εἴωθας δὲ καὶ σὺ τὰ τοιαῦτα μάλιστα ποθεῖν. ὅλον δὲ τοῦτο ἰδιωτικώτατόν ἐστιν, ἐξόν, ἧς ἂν ὥρας ἐθελήσῃς, εἰς ἑαυτὸν ἀναχωρεῖν. οὐδαμοῦ γὰρ οὔτε ἡσυχιώτερον οὔτε ἀπραγμονέστερον ἄνθρωπος ἀναχωρεῖ ἢ εἰς τὴν ἑαυτοῦ ψυχήν, μάλισθ' ὅστις ἔχει ἔνδον τοιαῦτα, εἰς ἃ ἐγκύψας ἐν πάσῃ εὐμαρείᾳ εὐθὺς γίνεται˙ τὴν δὲ εὐμάρειαν οὐδὲν ἄλλο λέγω ἢ εὐκοσμίαν. συνεχῶς οὖν δίδου σεαυτῷ ταύτην τὴν ἀναχώρησιν καὶ ἀνανέου σεαυτόν˙ βραχέα δὲ ἔστω καὶ στοιχειώδη ἃ εὐθὺς ἀπαντήσαντα ἀρκέσει εἰς τὸ πᾶσαν λύπην ἀποκλύσαι καὶ ἀποπέμψαι σε μὴ δυσχεραίνοντα ἐκείνοις ἐφ ἃ ἐπανέρχῃ. 
Μάρκος Αυρήλιος, Τα Εις Εαυτόν, Βιβλίο 4, 3

Τρίτη 1 Ιουλίου 2014

"κεφαλὴ ἀποτετμημένη"

celia g.
"Εἴ ποτε εἶδες χεῖρα ἀποκεκομμένην ἢ πόδα ἢ κεφαλὴν ἀποτετμημένην, χωρίς πού ποτε ἀπὸ τοῦ λοιποῦ σώματος κειμένην˙ τοιοῦτον ἑαυτὸν ποιεῖ, ὅσον ἐφ ἑαυτῷ, ὁ μὴ θέλων τὸ συμβαῖνον καὶ ἀποσχίζων ἑαυτὸν ἢ ὁ ἀκοινώνητόν τι πράσσων. ἀπέῤῥιψαί πού ποτε ἀπὸ τῆς κατὰ φύσιν ἑνώσεως˙ ἐπεφύκεις γὰρ μέρος˙ νῦν δὲ σεαυτὸν ἀπέκοψας. ἀλλ ὧδε κομψὸν ἐκεῖνο, ὅτι ἔξεστί σοι πάλιν ἑνῶσαι σεαυτόν. τοῦτο ἄλλῳ μέρει οὐδενὶ θεὸς ἐπέτρεψεν, χωρισθέντι καὶ διακοπέντι πάλιν συνελθεῖν, ἀλλὰ σκέψαι τὴν χρηστότητα ᾗ τετίμηκε τὸν ἄνθρωπον˙ καὶ γὰρ ἵνα τὴν ἀρχὴν μὴ ἀποῤῥαγῇ ἀπὸ τοῦ ὅλου ἐπ αὐτῷ ἐποίησε, καὶ ἀποῤῥαγέντι πάλιν ἐπανελθεῖν καὶ συμφῦναι καὶ τὴν τοῦ μέρους τάξιν ἀπολαβεῖν [ἐποίησεν]."
Μάρκος Αὐρήλιος, Τὰ εἰς ἑαυτόν

Τετάρτη 4 Ιουνίου 2014

"Οἱ ὀφθαλμοὶ της ἐπληρώθησαν δακρύων καὶ ἐγὼ ἐσιώπησα."

Καρυάτις στο Βρετανικό Μουσείο 
φωτ. celia g.
“ …καὶ ἔτι συμμνημόνευε, ὅτι μόνον ζῇ ἕκαστος τὸ παρὸν τοῦτο, τὸ ἀκαριαῖον· τὰ δ᾽ ἄλλα ἢ βεβίωται ἢ ἐν ἀδήλῳ. μικρὸν μὲν οὖν ὃ ζῇ ἕκαστος, μικρὸν δὲ τὸ τῆς γῆς γωνίδιον, ὅπου ζῇ· μικρὸν δὲ καὶ ἡ μηκίστη ὑστεροφημία, καὶ αὕτη δὲ κατὰ διαδοχὴν ἀνθρωπαρίων τάχιστα τεθνηξομένων καὶ οὐκ εἰδότων οὐδ᾽ ἑαυτούς, οὔτιγε τὸν πρόπαλαι τεθνηκότα.
Μάρκος Αυρήλιος, Τὰ εἰς ἑαυτὸν, 3.10

Scarlatti, sonata k 450

Κυριακή 25 Μαΐου 2014

"...ὁ μὲν χρόνος στιγμή, ἡ δὲ οὐσία ῥέουσα..."

φωτ. celia g. (αίσθησις-χρόνος-ουσία)
Τοῦ ἀνθρωπίνου βίου ὁ μὲν χρόνος στιγμή, ἡ δὲ οὐσία ῥέουσα, ἡ δὲ αἴσθησις ἀμυδρά, ἡ δὲ ὅλου τοῦ σώματος σύγκρισις εὔσηπτος, ἡ δὲ ψυχὴ ῥεμβός, ἡ δὲ τύχη δυστέκμαρτον, ἡ δὲ φήμη ἄκριτον˙ συνελόντι δὲ εἰπεῖν, πάντα τὰ μὲν τοῦ σώματος ποταμός, τὰ δὲ τῆς ψυχῆς ὄνειρος καὶ τῦφος, ὁ δὲ βίος πόλεμος καὶ ξένου ἐπιδημία, ἡ δὲ ὑστεροφημία λήθη. τί οὖν τὸ παραπέμψαι δυνάμενον; ἓν καὶ μόνον φιλοσοφία˙ τοῦτο δὲ ἐν τῷ τηρεῖν τὸν ἔνδον δαίμονα ἀνύβριστον καὶ ἀσινῆ, ἡδονῶν καὶ πόνων κρείττονα, μηδὲν εἰκῇ ποιοῦντα μηδὲ διεψευσμένως καὶ μεθ ὑποκρίσεως, ἀνενδεῆ τοῦ ἄλλον ποιῆσαί τι ἢ μὴ ποιῆσαι˙ ἔτι δὲ τὰ συμβαίνοντα καὶ ἀπονεμόμενα δεχόμενον ὡς ἐκεῖθέν ποθεν ἐρχόμενα, ὅθεν αὐτὸς ἦλθεν˙ ἐπὶ πᾶσι δὲ τὸν θάνατον ἵλεῳ τῇ γνώμῃ περιμένοντα ὡς οὐδὲν ἄλλο ἢ λύσιν τῶν στοιχείων, ἐξ ὧν ἕκαστον ζῷον συγκρίνεται. εἰ δὲ αὐτοῖς τοῖς στοιχείοις μηδὲν δεινὸν ἐν τῷ ἕκαστον διηνεκῶς εἰς ἕτερον μεταβάλλειν, διὰ τί ὑπίδηταί τις τὴν πάντων μεταβολὴν καὶ διάλυσιν; κατὰ φύσιν γάρ˙ οὐδὲν δὲ κακὸν κατὰ φύσιν.
Μάρκος Αὐρήλιος, Τὰ εἰς ἑαυτόν, 2.17
!!!